Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.13 Joseph. AJ 16.17 (English) >>Joseph. AJ 16.23

16.15αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθʼ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν. 16.16

Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατείαν προηγούμενον. 16.17καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχεν, περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δʼ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νεῶν. 16.18 δʼ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν, 16.19χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον. 16.20αὐτὸς δὲ λήξαντος τοῦ πνεύματος εἰς Μιτυλήνην κἀκεῖθεν εἰς Βυζάντιον παρακομισθείς, ὡς ἤκουσεν ἐντὸς Κυανέων ἤδη πεπλευκέναι τὸν Ἀγρίππαν, μετέσπευδεν ὡς ἐνῆν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.13 Joseph. AJ 16.17 (English) >>Joseph. AJ 16.23

Powered by PhiloLogic